Jeremiah 17:5
Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτὸν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Chronicles 32:8Μετὰ αὐτοῦ βραχίονες σάρκινοι, μεθʼ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σώζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν· καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.
Psalms 62:9Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
Psalms 146:3Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν·
Isaiah 30:1Οὐαὶ τέκνα ἀποστάται, λέγει Κύριος· ἐποιήσατε βουλὴν οὐ διʼ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφʼ ἁμαρτίας,
Isaiah 36:6Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὡς ἂν ἐπιστηρισθῇ ἀνὴρ ἐπʼ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτὴν. οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ.
Ezekiel 6:9καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπʼ ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν· καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν·