Jeremiah 2:20
Ὅτι ἀπʼ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέσπασας τοὺς δεσμούς σου, καὶ εἶπας, οὐ δουλεύσω σοι ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
21Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;
Cross References
Exodus 3:8καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Γεργεσαὶων, καὶ Εὐαίων, καὶ Ἰεβουσαίων.
Exodus 24:3Εἰσῆλθε δὲ Μωυσῆς, καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ, λέγοντες, πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα.
Leviticus 26:13Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ὄντων ὑμῶν δούλων· καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας.
Deuteronomy 4:34εἰ ἐπείρασεν ὁ Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι, καὶ ἐν πολέμῳ, καὶ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασιν μεγάλοις, κατὰ πάντα ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος·
Deuteronomy 12:2Ἀπωλίᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτοὺς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν θινῶν, καὶ ὑποκάτω δένδρου δασέος·
Deuteronomy 26:17Τὸν Θεὸν εἵλου σήμερον εἶναί σου Θεόν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ.