Jeremiah 2:28
Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατʼ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
29Ἱνατί λαλεῖτε πρὸς μέ; πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος.
Cross References
Deuteronomy 32:37Καὶ εἶπε Κύριος, ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφʼ οἷς ἐπεποίθεισαν ἐπʼ αὐτοῖς,
2 Kings 3:13Καὶ εἶπεν Ἑλισαιὲ πρὸς βασιλέα Ἰσραὴλ, τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητπός σου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ, μή ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;
Isaiah 45:20Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν· οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ οἱ προσευχόμενοι πρὸς θεοὺς, οἳ οὐ σώζουσιν.
Isaiah 46:7Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό ἐπὶ τοῦ τόπου αὐτοῦ, μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτὸν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν.
Jeremiah 1:16Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως, περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Hosea 10:1Ἄμπελος εὐκηματοῦσα Ἰσραὴλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς, ἐπλήθυνε τὰ θυσιαστήρια· κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ, ᾠκοδόμησε στήλας.