Jeremiah 20:18
Ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας, τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
17ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ, καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου, καὶ ἡ μήτρα συλλήψεως αἰωνίας.
Cross References
Genesis 3:16Καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου· καὶ αὐτός σου κυριεύσει.
Job 3:20Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς,
Job 14:13Εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ, καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ.
Psalms 90:9Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου.
Isaiah 51:7Ἀκούσατέ μου οἱ εἰδότες κρίσιν, λαὸς οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε·
Jeremiah 15:18Ἱνατί οἱ λυποῦντές με κατισχύουσί μου; ἡ πληγή μου στερεὰ, πόθεν ἰαθήσομαι; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν.