Jeremiah 20:5
Καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης, καὶ πάντας τοὺς πόνους αὐτῆς, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 20:17ἰδοὺ ἡμέραι ἔρχονται, καὶ ληφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπε Κύριος.
2 Kings 24:13Καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ῥῆμα Κυρίου.
2 Chronicles 36:10Καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ, ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονόσορ, καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου· καὶ ἐβασίλευσε Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ.
Jeremiah 3:24Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.
Jeremiah 12:12Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπʼ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.