Jeremiah 22:17
Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου, καὶ εἰς τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέαι αὐτὸ, καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον, τοῦ ποιεῖν αὐτά.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 18:21Καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
1 Samuel 8:3Καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ· καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας, καὶ ἐλάμβανον δῶρα, καὶ ἐξέκλινον δικαιώματα.
2 Kings 23:37Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
2 Chronicles 36:8Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακὶμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν γανοζαὴ μετὰ τὼν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰεχονίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Psalms 10:3Ὅτι ἃ κατηρτίσω καθεῖλον, ὁ δὲ δίκαιος τί ἐποίησε;
Jeremiah 7:6καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν,