Jeremiah 22:8
Καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης, καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 29:23θεῖον καὶ ἅλα κατακεκαυμένον· πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται, οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπʼ αὐτὴν πᾶν χλωρόν. ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμοῤῥα, Ἀδαμὰ καὶ Σεβωῒμ, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ ὀργῇ·
1 Kings 9:8Καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλὸς, πᾶς ὁ διαπορευόμενος διʼ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν, ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
2 Chronicles 7:20καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς· καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου, καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι.
Jeremiah 40:3Κέκραξον πρὸς μὲ, καὶ ἀποκριθήσομαί σοι, καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ, ἃ οὐκ ἔγνως αὐτά.
Lamentations 4:12ΛΑΜΕΔ. Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ.