Jeremiah 23:20
Καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ, καὶ ἕως ἂν στήσῃ αὐτὸ, ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
19Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμὸν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει.
21Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον.
Cross References
Deuteronomy 31:29Οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε, καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν, καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου, παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν.
2 Kings 23:26Πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.
Proverbs 21:30Οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ πρὸς τὸν ἀσεβῆ.
Isaiah 55:11οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου.
Ezekiel 21:10καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι.
Zechariah 1:6Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν· καὶ ἀπεκρίθησαν, καὶ εἶπαν, καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.