Jeremiah 25:3
Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων, καὶ λέγων,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2ὃν ἐλάλησε πρὸς πάντα τὸν λαὸν Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, λέγων,
Cross References
Genesis 22:3Ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθʼ ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
1 Kings 22:3Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαὰδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;
2 Chronicles 24:19Καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.
2 Chronicles 34:8Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον, ἀπέστειλε τὸν Σαφὰν υἱὸν Ἐσελία, καὶ τὸν Μαασὰ ἄρχοντα τῇς πόλεως, καὶ τὸν Ἰουὰχ υἱὸν Ἰωάχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ, κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.
Isaiah 55:2Ἱνατί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.
Jeremiah 7:13Καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε,