Jeremiah 25:9
ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι πατριὰν ἀπὸ Βοῤῥᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς, καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
8Διατοῦτο τάδε λέγει Κύριος, ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου,
Cross References
Leviticus 26:25Καὶ ἐπάξω ἐφʼ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας τῶν ἐχθρῶν.
1 Kings 9:7καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποῤῥίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.
2 Chronicles 36:21τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος Ἱερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς σαββατίσαι εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
Isaiah 5:26Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν, καὶ συριεῖ αὐτοὺς ἀπʼ ἄκρου τῆς γῆς· καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται.
Isaiah 13:3Ἐγὼ συντάσσω, καὶ ἐγώ αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.
Isaiah 44:28Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλὴμ, οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.