Jeremiah 28:11
Παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας· ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτὴν, ὅτι ἐκδίκησις Κυρίου ἐστὶν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Ἐξήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε, καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ ἔργα Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Cross References
1 Kings 13:18Καὶ εἶπε πρὸς αὐτὸν, κᾀγὼ προφήτης εἰμὶ καθὼς σὺ, καὶ ἄγγελος λελάληκε πρὸς μὲ ἐν ῥήματι Κυρίου, λέγων, ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ·
1 Kings 22:11Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ.
2 Chronicles 18:22Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
Jeremiah 14:14Καὶ εἶπε Κύριος πρὸς μὲ, ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν.
Jeremiah 27:2Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκουστὰ ποιήσατε, καὶ μὴ κρύψητε· εἴπατε, ἑάλωκε Βαβυλὼν, κατῃσχύνθη Βῆλος, ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαιρωδὰχ,