Jeremiah 31:5
ὅτι ἐπλήσθη Ἀλὼθ ἐν κλαυθμῷ· ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὠρωναὶμ, κραυγὴν συντρίμματος ἠκούσατε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
4Συνετρίβη Μωὰβ, ἀναγγείλατε εἰς Ζογόρα,
6Φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν, καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ.
Cross References
Deuteronomy 20:6Καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ.
1 Samuel 21:5Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυὶδ, καὶ εἶπεν, οὔκ εἰσιν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλʼ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστι πλὴν ἀπὸ γυναικὸς, καὶ φάγεται.
Isaiah 62:8Ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ ἔτι δώσω τὸν σῖτόν σου, καὶ τὰ βρώματα σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφʼ ᾧ ἐμόχθησας.
Isaiah 65:21Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν.
Amos 9:14Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας, καὶ κατοικήσουσι, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ πίονται τὸν οἶνον αὐτῶν, καὶ ποιήσουσι κήπους, καὶ φάγονται τὸν καρπὸν αὐτῶν·
Micah 4:4Καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα·