Jeremiah 36:32
διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν, καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν, τοῦ ἰδεῖν τὰ ἀγαθὰ, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 34:1Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λαξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας.
Leviticus 26:21Καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι, καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν.
Leviticus 26:28καὶ αὐτὸς πορεύσομαι μεθʼ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν.