Jeremiah 38:20
Υἱὸς ἀγαπητὸς Ἐφραὶμ, ἐμοὶ παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διατοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτὸν, φησὶ Κύριος.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Chronicles 20:20Καὶ ὤρθρισαν πρωῒ, καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ· καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς, ἔστη Ἰωσαφὰτ καὶ ἐβόησε, καὶ εἶπεν, ἀκούσατέ μου Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.
Proverbs 7:2φύλαξον ἐμὰς ἐντολὰς καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων.
Jeremiah 11:4ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν·
Amos 5:6Ἐκζητήσατε τὸν Κύριον, καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ, καὶ καταφάγῃ αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.