Jeremiah 43:10
Καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
11Καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου, ἐκ τοῦ βιβλίου·
Cross References
1 Kings 20:12Καὶ ἐκάλεσαν νηστείαν, καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ.
Psalms 18:11Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
Jeremiah 1:15Διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ Βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα.
Jeremiah 27:6Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτοὺς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτοὺς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.