Jeremiah 47:5
Εἰ δὲ μὴ, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ, υἱοῦ Σαφὰν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετʼ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰούδα, εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου· καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα, καὶ ἀπέστειλεν αὐτόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 19:28Καὶ ἐντομίδας οὐ ποιήσετε ἐπὶ ψυχῇ ἐν τῷ σώματι ὑμῶν· καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.
Deuteronomy 14:1Υἱοί ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν· οὐκ ἐπιθήσετε φαλάκρωμα ἀναμέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ.
1 Kings 18:28Καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ, καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπʼ αὐτοὺς,
Jeremiah 16:1Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ,
Jeremiah 25:20Ἐν ἀρχῇ βασιλεύοντος Σεδεκίου βασιλέως, ἐγένετο ὁ λόγος οὗτος περὶ Αἰλάμ·
Jeremiah 47:1Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Ῥαμὰ, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.