Jeremiah 49:17
Καὶ ἔσονται πάντες οἱ ἄνθρωποι, καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ, καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐδεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτούς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Chronicles 7:20καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς· καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου, καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσι τοῖς ἔθνεσι.
Jeremiah 18:16τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι διʼ αὐτῆς ἐκστήσονται, καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν.
Jeremiah 50:13καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς ἐν Ὢν, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.
Lamentations 2:15ΣΑΜΕΧ. Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδὸν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ. Αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς;
Ezekiel 35:7Καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπʼ αὐτοῦ ἀνθρώπους καὶ κτήνη,
Micah 6:16Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ, καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς ὁδοῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν, καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.