Jeremiah 5:21
Ἀκούσατε δὴ ταῦτα λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
20Ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακὼβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ Ἰούδα.
Cross References
Deuteronomy 29:3τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα.
Deuteronomy 32:6Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;
Proverbs 17:16Ἱνατί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται· ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά.
Isaiah 27:11Καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι· γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διατοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.
Jeremiah 4:22Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοὶ, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
Jeremiah 7:13Καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε,