Jeremiah 5:7
Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατέλυον.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
8Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.
Cross References
Leviticus 20:10Ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρός, ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, θανάτῳ θανατούσθωσαν, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη.
Deuteronomy 32:15Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.
Joshua 23:7ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα· καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ λατρεύσητε, οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς,
Psalms 50:18Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Jeremiah 2:31Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη; διατί εἶπεν ὁ λαός μου, οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι;
Jeremiah 3:19Καὶ ἐγὼ εἶπα, γένοιτο Κύριε· ὅτι τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα, πατέρα καλέσετέ με, καὶ ἀπʼ ἐμοῦ οὐκ ἀποστραφήσεσθε.