Jeremiah 7:14
τοίνυν κᾀγὼ ποιήσω τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐφʼ ᾧ ὑμεῖς πεποίθατε ἐπʼ αὐτῷ, καὶ τῷ τόπῳ ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
15Καὶ ἀποῤῥίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέῤῥιψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ σπέρμα Ἐφραΐμ.
Cross References
Deuteronomy 12:5Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ ἐλεύσεσθε ἐκεῖ.
1 Samuel 4:10Καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα· καὶ ἔπεσον ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων.
2 Kings 25:9Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντας τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.
2 Chronicles 36:18Καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ, καὶ τοὺς θησαυροὺς, οἴκου καὶ Κυρίου, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.
Jeremiah 7:4Μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς, λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.