Jeremiah 7:3
Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Ἀκούσατε λόγον Κυρίου πᾶσα Ἰουδαία.
Cross References
Ezra 10:11Καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρῶν ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
Isaiah 1:16Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν,
Isaiah 55:7ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.
Jeremiah 7:5Ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ,
Jeremiah 18:11Καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν.
Jeremiah 35:15Καὶ εἶπεν Ἱερεμίας τῷ Ἀνανίᾳ, οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπʼ ἀδίκῳ.