Jeremiah 9:10
Καὶ δώσω τὴν Ἱερουσαλὴμ εἰς μετοικίαν, καὶ εἰς κατοικητήριον δρακόντων, καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Isaiah 49:19Ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ πεπτωκότα, ὅτι νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
Jeremiah 2:15Ἐπʼ αὐτὸν ὠρύοντο λέοντες, καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν, παρὰ τὸ μὴ κατοικεῖσθαι.
Jeremiah 4:25Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο.
Jeremiah 8:18ἀνίατα μετʼ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης.
Jeremiah 12:10Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον,
Jeremiah 13:16Δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπʼ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος.