Jeremiah 9:19
Ἀκούσατε δὴ γυναῖκες λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον, καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 18:28καὶ ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτὴν, ὃν τρόπον προσώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν.
Deuteronomy 28:29Καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεί τις ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος, καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται ὁ βοηθῶν.
Jeremiah 2:14Μὴ δοῦλός ἐστιν Ἰσραὴλ, ἢ οἰκογενής ἐστι; διατί εἰς προνομὴν ἐγένετο;
Jeremiah 4:20καὶ ταλαιπωρίας συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνὴ, διεσπάσθησαν αἱ δέῤῥεις μου.
Lamentations 4:15ΣΑΜΕΧ. Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτοὺς, ἀπόστητε, ἀπόστητε, μὴ ἅπτεσθε, ὅτι ἀνήφθησαν, καί γε ἐσαλεύθησαν· εἴπατε ἐν τοῖς ἔθνεσιν, οὐ μὴ προσθῶσι τοῦ παροικεῖν.
Ezekiel 7:16Καὶ ἀνασωθήσονται οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· καὶ πάντας ἀποκτενῶ, ἔκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ.