Job 16:13
Ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
12Εἰρηνεύοντα διεσκέδασέ με· λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν.
14Κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι.
Cross References
Genesis 49:23Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων.
Job 6:4Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
Job 19:27ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε, καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
Psalms 7:12Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, μὴ ὀργὴν ἐπάγων καθʼ ἑκάστην ἡμέραν.
Lamentations 3:13Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ.