Job 2:3
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον, προσέσχες οὖν τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς; ἄνθρωπος ἄκακος, ἀληθινὸς, ἄμεμπτος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 6:9Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησε Νῶε.
Job 1:1ἌΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰὼβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
Job 1:8Καὶ εἶπεν αὐτῷ ὁ Κύριος, προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ; ὅτι οὐκ ἔστι κατʼ αὐτὸν ἐπὶ τῆς γῆς; ἄνθρωπος ἄμεμπτος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;
Job 1:21αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.
Job 9:20Ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ᾧ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
Job 27:5Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν μου.