Job 31:19
Εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα αὐτόν·
μετάφραση των εβδομήκοντα
In The King James Version
If I have seen any perish for want of clothing, or any poor without covering;
In Context
18Ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·
20Ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μοῦ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν·
Cross References
2 Chronicles 28:15Καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς, καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἱεριχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.
Job 24:4Ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς.
Isaiah 58:7Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.