Job 31:26
Ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιθαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστί·
μετάφραση των εβδομήκοντα
In The King James Version
If I beheld the sun when it shined, or the moon walking in brightness;
In Context
25εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου, εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·
27Καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα.
Cross References
Deuteronomy 4:19Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ.
Deuteronomy 17:3καὶ ἐλθόντες λατρεύσωσι θεοῖς ἑτέροις, καὶ προσκυνήσωσιν αὐτοῖς, τῷ ἡλίῳ, ἢ τῇ σελήνῃ, ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ, ἂ οὐ προσέταξέ σοι,
2 Kings 23:11Καὶ κατέκαυσε τοὺς ἵππους οὓς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθὰν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρείμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί,
Jeremiah 8:2καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πρὸς πάντας τοὺς ἀστέρας, καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν, καὶ οἷς ἐδούλευσαν, καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν, καὶ ὧν ἀντείχοντο, καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται, καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ πρόσωπου τῆς γῆς,
Ezekiel 8:16Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι ἄνδρες τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ.