Joel 1:9
Ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
8Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεζωσμένην σάκκον, ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν.
10ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος· ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον·
Cross References
2 Chronicles 13:10Καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν
Lamentations 1:4ΔΑΛΕΘ. Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ.
Hosea 9:4Οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, καὶ οὐχ ἥδυναν αὐτῷ αἱ θυσίαι αὐτῶν, ὡς ἄρτος πένθους αὐτοῖς· πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου.
Joel 1:16Κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.
Joel 2:17Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστηρίου, κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι, φεῖσαι Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;