Joel 2:19
Καὶ ἀπεκρίθη Κύριος, καὶ εἶπε τῷ λαῷ αὐτοῦ, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
18Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.
Cross References
Ruth 1:6Καὶ ἀνεστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς, καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωὰβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους.
Isaiah 65:21Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν.
Ezekiel 34:29Καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς, καὶ ὀνειδισμὸν ἐθνῶν οὐ μὴ ἐνέγκωσιν ἔτι.
Ezekiel 36:29Καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφʼ ὑμᾶς λιμόν.
Ezekiel 39:29Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Κύριος Κύριος.
Joel 1:10ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος· ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον·