Joshua 1:5
οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε οὐδʼ ὑπερόψομαί σε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 39:2Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ αὐτοῦ τῷ Αἰγυπτίῳ.
Deuteronomy 7:24Καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖτε τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐθεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολοθρεύσῃς αὐτούς.
Deuteronomy 20:4Ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος μεθʼ ὑμῶν, συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς.
Deuteronomy 31:8Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ, οὐκ ἀνήσει σε, οὐδὲ μὴ σε ἐγκαταλίπῃ· μή φοβοῦ, μηδὲ δειλία.
Joshua 1:9Ἰδοὺ ἐντέαλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇ, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ·
Joshua 3:7Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ἰσραὴλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.