Joshua 10:1
Ὡς δὲ ἤκουσεν Ἀδωνιβεζέκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ, καὶ ἐξωλόθρευσεν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραὴλ,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Joshua 6:21Καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς, καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου, καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας.
Joshua 8:22Καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν· καὶ ἐκενήθησαν ἀναμέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.
Joshua 9:15Καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην, καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς· καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.
Joshua 11:19Καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ἰσραήλ· πάντα ἐλάβοσαν ἐν πολέμῳ.