Joshua 10:30
Καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ· καὶ ἔλαβον αὐτὴν, καὶ τὸν βασιλέα αὐτῆς, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ· καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
29Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ, καὶ ἐπολιόρκει Λεβνά.
Cross References
Numbers 32:22καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῶοι ἔναντι Κυρίου, καὶ ἀπὸ Ἰσραήλ· καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου.
Deuteronomy 7:2Καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς· ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
Joshua 8:29Καὶ τὸν βασιλέα τῆς Γαὶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου· καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς, καὶ καθείλοσαν τὸ σῶμα αὐτοῦ ἀπὸ τοῦ ξύλου, καὶ ἔῤῥιψαν αὐτὸ εἰς τὸν βόθρον· καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων, ἕως τῆς ἡμέρας ταύτης.
Joshua 10:28Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον ὃ ἦν ἐν αὐτῇ· καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ.
Joshua 12:15βασιλέα Λεβνὰ, βασιλέα Ὀδολλὰμ,