Joshua 10:6
Καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, λέγοντες, μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς, τοτάχος, και βοήθησον ἡμῖν, καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφʼ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οἱ κατοικοῦντες τὴν ὀρεινὴν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7Καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετʼ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ.
Cross References
Joshua 5:10Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀφʼ ἑσπέρας ἐπὶ δυσμῶν Ἱεριχὼ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν τῷ πεδίῳ.
Joshua 9:8Καὶ εἶπαν πρὸς Ἰησοῦν, οἰκεται σου ἐσμέν· καὶ εἶπε πρὸς αὐτοὺς Ἰησοῦς, πόθεν ἐστὲ, καὶ πόθεν παραγεγόνατε;
Joshua 9:24Καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ, λέγοντες, ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην, καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἀπὸ προσώπου ὑμῶν· καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν, καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.
2 Kings 4:24Καὶ ἐπέσαξε τὴν ὄνον, καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς, ἄγε, πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς ὄρος τὸ Καρμήλιον.
Isaiah 33:22Ὁ γὰρ Θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.