Joshua 18:28
καὶ Ἰηβοῦς· αὕτη ἐστὶν Ἱερουσαλήμ· καὶ Γαβαὼθ, Ἰαρὶμ, πόλεις δεκατρεῖς, καὶ αἱ κῶμαι αὐτῶν· αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
27καὶ Φιρὰ, καὶ Καφὰν, καὶ Νακὰν, καὶ Ζεληκὰν, καὶ Θαρεηλὰ,
Cross References
Numbers 26:54Τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ, καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν.
Joshua 15:8Καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ἐννὸμ, ἐπὶ νώτου τοῦ Ἰεβοῦις ἀπὸ Λιβός· αὕτη ἐστιν Ἱερουσαλήμ· καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἐννὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ῥαφαῒν ἐπὶ βοῤῥᾶ·
Joshua 18:16Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους, τοῦτό ἐστι κατὰ πρόσωπον νάπης Σοννὰμ, ὅ ἐστιν ἐκ μέρους Ἐμὲκ Ῥαφαῒν ἀπὸ Βοῤῥᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον Ἰεβουσαὶ ἀπὸ Λιβός· καταβήσεται ἐπὶ πηγὴν Ῥωγήλ·
Judges 19:10Καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι, καὶ ἀνέστη καὶ ἀπῆλθε, καὶ ἦλθεν ἕως ἀπέναντι Ἰεβοὺς, αὕτη ἐστὶν Ἱερουσαλὴμ, καὶ μετʼ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετʼ αὐτοῦ.
Judges 20:4Καὶ ἀπεκριθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν, εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι,
1 Samuel 13:15Καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν ἐκ Γαλγάλων· καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ· αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμίν. Καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετʼ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.