Joshua 18:8
Καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν· καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν, λέγων, πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν, καὶ παραγενήθητε πρὸς μὲ, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 13:17Ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος· ὅτι σοι δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα.
Joshua 13:7Καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή.
Joshua 15:1Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ἰούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς Λίβα.
Joshua 18:6Ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας, καὶ ἐνέγκατε ὧδε πρὸς μὲ, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν.
1 Samuel 14:41Καὶ εἶπε Σαοὺλ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς Ἰσραὴλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃ, δὸς δὴ τῷ λαῷ σου Ἰσραὴλ, δὸς δὴ ὁσιότητα· καὶ κληροῦται Ἰωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε.