Joshua 2:3
Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἱεριχὼ, καὶ εἶπε πρὸς Ῥαὰβ, λέγων, ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα, κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 42:9Καὶ ἐμνήσθη Ἰωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός· καὶ εἶπεν αὐτοῖς, κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.
Leviticus 24:14ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιθήσουσι πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή.
Judges 4:20Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα, στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ, καὶ ἐρωτήσῃ σε, καὶ εἴπῃ, εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς, οὐκ ἔστι.
1 Chronicles 19:3Καὶ εἶπον ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀνάν, Μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχ ὅπως ἐξερενήσωσι τὴν πόλιν, καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν, ἦλθον παῖδες αὐτοῦ πρὸς σέ;