Joshua 23:1
Καὶ ἐγένετο μεθʼ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 31:2καὶ εἶπε πρὸς αὐτοὺς, ἐκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον· οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι· Κύριος δὲ εἶπε πρὸς μὲ, οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον.
Joshua 13:1Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν· καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν.
Joshua 22:4Νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες, ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
1 Kings 1:1ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο.
1 Chronicles 27:1Καὶ υἱοὶ Ἰσραὴλ κατὰ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ βασιλεῖ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες.
2 Chronicles 14:5ὅτι εἰρήνευσεν ἡ γῆ, καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ.