Joshua 24:10
Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε· καὶ εὐλογίαις εὐλόγησεν ἡμᾶς, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 22:11ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου, καὶ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς, καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου, καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτὸν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν, καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς.
Numbers 22:35Καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαὰμ, συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ, τοῦτο φυλάξῃ λαλῆσαι. Καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ.
Numbers 23:15Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.
Numbers 24:10Καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ, καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.
Isaiah 54:17Πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ, οὐκ εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον· καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.