Joshua 24:19
Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ, ὅτι Θεὸς ἅγιός ἐστι· καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει τὰ ἁμαρτήματα ὑμῶν καὶ τὰ ἀνομήματα ὑμῶν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 20:5Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με,
Exodus 34:7καὶ δικαιοσύνην διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.
Leviticus 10:3Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήοσμαι· καὶ κατενύχθη Ἀαρών.
Leviticus 11:45ὅτι ἐγώ εἰμι Κύριος ὁ ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός· καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος.
Leviticus 20:26Καὶ ἔσεσθέ μοι ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἶμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν, εἶναί μοι.
Ruth 1:15Καὶ εἶπε Νωεμῖν πρὸς Ῥοὺθ, ἰδοὺ ἀνέστρεψε σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.