Joshua 24:7
Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον· καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς· καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ· Αἰγύπτῳ· καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 14:10Καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν· καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον.
Exodus 14:27Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ· καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσοης.
Numbers 14:33Οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη· καὶ ἀνοίσουσι τὴν πορνείαν ὑμῶν, ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ,
Deuteronomy 4:34εἰ ἐπείρασεν ὁ Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι, καὶ ἐν πολέμῳ, καὶ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασιν μεγάλοις, κατὰ πάντα ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος·
Joshua 5:6Διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι γῆν ῥέουσαν γάλα καὶ μέλι.
Psalms 95:9Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.