Joshua 7:1
Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ πλημμέλιαν μεγάλην, καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμὶ υἱοῦ Ζαμβρὶ υἱοῦ Ζαρὰ ἐκ τῆς φυλῆς Ἰούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη Κύριος ὀργῇ τοῖς υἱοῖς Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαὶ, ἥ ἐστι κατὰ Βαιθὴλ, λέγων, κατασκέψασθε τὴν Γαί
Cross References
Genesis 34:27Οἱ δὲ υἱοὶ Ἰακὼβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας, καὶ διήρπασαν τὴν πόλιν, ἐν ᾗ ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν.
Joshua 6:17Καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρὶῳ σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιήσασθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.
Joshua 22:16τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου, τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραὴλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου, οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου;
Joshua 22:20Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ.
1 Chronicles 2:6Καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰμ, καὶ Αἰμουὰν, καὶ Καλχὰλ, καὶ Δαρὰδ, πάντες πέντε.
1 Chronicles 21:7καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ἰσραήλ.