Joshua 8:2
Καὶ ποιήσεις τὴν Γαὶ, ὃν τρόπον ἐποίησας τὴν Ἱεριχὼ, καὶ τὸν βασιλέα αὐτῆς· καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ· κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 3:2Καὶ εἶπε Κύριος πρὸς μέ, μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ, ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών.
Joshua 6:21Καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς, καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου, καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας.
Joshua 8:9Καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἔνεδραν· καὶ ἐνεκάθισαν ἀναμέσον Βαιθὴλ καὶ ἀναμέσον Γαὶ, ἀπὸ θαλάσσης τῆς Γαί.
Joshua 8:14Καὶ ἐγένετο ὡς εἶδε βασιλεὺς Γαὶ, ἔσπευσε καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπʼ εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ· καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως.
Joshua 8:24Καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ἰσραὴλ ἀποκτείνοντες πάντας τοὺς ἐν τῇ Γαὶ, καὶ τοὺς ἐν τοῖς πεδίοις, καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπʼ αὐτῆς εἰς τέλος, καὶ ἐπέστρεψεν Ἰησοῦς εἰς Γαὶ, καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας.
Joshua 9:3Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα ὅσα ἐποίησε Κύριος τῇ Ἱεριχὼ καὶ τῇ Γαί.