Joshua 9:17
Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼτ, καὶ πόλεις Ἰαρίν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Joshua 10:2καὶ ἐφοβήθησαν ἀπʼ αὐτῶν σφόδρα· ᾔδει γὰρ ὅτι πόλις μεγάλη Γαβαὼν, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί.
Joshua 15:60Καριαθβαὰλ, αὕτη ἡ πόλις Ἰαρὶμ, καὶ Σωθηβᾶ· πόλεις δύο, καὶ αἱ ἐπαύλεις αὐτῶν·
Joshua 18:25Γαβαὼν, καὶ Ῥαμὰ, καὶ Βεηρωθὰ,
1 Samuel 7:1Καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ, καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου· καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον ʼΑμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.
1 Chronicles 13:5Καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ πόλεως Ἰαρίμ.
2 Chronicles 1:3καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἡ ἐκκλησία εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαὼν, οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ Θεοῦ, ἣν ἐποίησε Μωυσῆς παῖς Κυρίου ἐν τῇ ἐρήμῳ.