Judges 10:9
Καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν, καὶ Βενιαμὶν, καὶ πρὸς Ἐφραίμ· καὶ ἐθλίβησαν οἱ υἱοὶ Ἰσραὴλ σφόδρα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 2:15καὶ χεὶρ Κυρίου ἦν ἐπʼ αὐτοὺς εἰς κακὰ, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
Judges 3:13Καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν Ἰσραὴλ, καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων.
Judges 6:3Καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνέβαινον Μαδιὰμ καὶ Ἀμαλὴκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς, καὶ παρενέβαλον εἰς αὐτοὺς,
1 Samuel 28:15Καὶ εἶπε Σαμουὴλ, ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαοὺλ, θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.
2 Chronicles 15:5Καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ, ὅτι ἔκστασις Κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας.