Judges 13:16
Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς Μανωὲ, ἐὰν κατάσχῃς, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου· καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ Κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωὲ, ὅτι ἄγγελος Κυρίου αὐτός.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
15Καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου, κατάσχωμεν ὧδέ σε, καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν.
17Καὶ εἶπε Μανωὲ πρὸς τὸν ἄγγελον Κυρίου, τί τὸ ὄνομά σοι, ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε;
Cross References
Judges 6:20Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ, λάβε τὰ κρέα καὶ τὰ ἄζυμα, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποιήσεν οὕτως.
Judges 13:23Καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ, εἰ ἤθελεν ὁ Κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν, καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα, καὶ καθὼς καιρός οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.