Judges 19:22
Αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν· καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν, κρούοντες ἐπὶ τὴν θύραν· καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην, λέγοντες, ἐξένεγκε τὸν ἄνδρα ὅς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 19:5Καὶ ἐξεκαλοῦντο τὸν Λὼτ, καὶ ἔλεγον πρὸς αὐτὸν, ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς.
Judges 16:25Καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν, καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν· καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἐξ οἴκου δεσμωτηρίου, καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν· καὶ ἐῤῥάπιζον αὐτὸν, καὶ ἔστησαν αὐτὸν ἀναμέσον τῶν κιόνων.
Judges 20:5καὶ ἀνέστησαν ἐπʼ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ, καὶ ἐκύκλωσαν ἐπʼ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι, καὶ τὴν παλλακήν μου ἐταπείνωσαν, καὶ ἀπέθανε.
1 Samuel 1:16Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμὴν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν.
1 Samuel 10:27Καὶ υἱοὶ λοιμοὶ εἶπαν, τίς σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτόν, καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.
2 Samuel 23:6Ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται,