Judges 2:20
Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ εἶπεν, ἀνθʼ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 24:3Εἰσῆλθε δὲ Μωυσῆς, καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ, λέγοντες, πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα.
Numbers 32:13Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν Ἰσραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου.
Deuteronomy 32:22Ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾄδου κάτω· καταφάγεται γῆν καὶ τὰ γεννήματα αὐτῆς· φλέξει θεμέλια ὀρέων.
Joshua 24:21Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, οὐχὶ, ἀλλὰ Κυρίῳ λατρεύσομεν.
Judges 3:8Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν· καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ.
2 Samuel 24:1Καὶ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς, λέγων, βάδιζε, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.