Judges 3:1
Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 7:22Καὶ καταναλώσει Κύριος ὁ Θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τοτάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος, καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια.
Deuteronomy 8:16τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε, καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήσῃ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν σου.
Judges 2:21καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυῆ ἐν τῇ γῇ· καὶ ἀφῆκε
2 Chronicles 32:31Καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος, τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρʼ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτὸν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.
Proverbs 17:3Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.
Jeremiah 17:9Βαθεία ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;