Judges 5:18
Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον, καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 35:23Υἱοὶ Λείας, πρωτότοκος Ἰακὼβ, Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.
Judges 4:6Καὶ ἀπέστειλε Δεββῶρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ, καὶ εἶπε πρὸς αὐτὸν, οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι; καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ, καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ, καὶ ἐκ τῶν υἱῶν Ζαβουλὼν.
Judges 4:14Καὶ εἶπε Δεββῶρα πρὸς Βαρὰκ, ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου· καὶ κατέβη Βαρὰκ κατὰ τοῦ ὄρους Θαβὼρ, καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.