Judges 7:14
Καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ, καὶ εἶπεν, οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 15:14Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ.
Numbers 23:5Καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ, καὶ εἶπεν, ἐπιστραφεὶς πρὸς Βαλὰκ, οὕτω λαλήσεις.
Numbers 24:10Καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ, καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.
Joshua 2:24Καὶ εἶπαν πρὸς Ἰησοῦν, ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφʼ ἡμῶν.
Judges 3:28Καὶ εἶπε πρὸς αὐτοὺς, κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν· καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωὰβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι.
2 Kings 7:6Καὶ Κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης· καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ, νῦν ἐμισθώσατο ἐφʼ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφʼ ἡμᾶς.